Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.1 Joseph. AJ 16.6 (English) >>Joseph. AJ 16.11

16.3ἐκέλευον γὰρ οἱ νόμοι τετραπλᾶ καταβάλλειν τὸν κλέπτην, οὐκ ἔχοντα δὲ πιπράσκεσθαι μέν, ἀλλʼ οὔτι γε τοῖς ἀλλοφύλοις οὐδʼ ὥστε διηνεκῆ τὴν δουλείαν ὑπομένειν· ἔδει γὰρ ἀφεῖσθαι μετὰ ἑξαετίαν. 16.4τὸ δʼ ὥσπερ ὡρίσθη τότε χαλεπὴν καὶ παράνομον γενέσθαι τὴν κόλασιν ὑπερηφανίας ἐδόκει μέρος, οὐ βασιλικῶς ἀλλὰ τυραννικῶς αὐτοῦ καὶ πρὸς τὰ κοινὰ τῶν ἀρχομένων ὀλιγώρως θεῖναι τὴν τιμωρίαν νενοηκότος. 16.5ταῦτα μὲν οὖν καθʼ ὁμοιότητα τοῦ λοιποῦ τρόπου γιγνόμενα μέρος ἦν τῶν διαβολῶν καὶ τῆς ἐπʼ αὐτῷ δυσνοίας. 16.6

Ἐν δὲ τούτῳ τῷ καιρῷ καὶ τὸν εἰς τὴν Ἰταλίαν πλοῦν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ἐξεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν. 16.7ὡς δʼ ἧκον ἀπὸ τῆς Ἰταλίας, σπουδὴ περὶ τὰ μειράκια τῶν ὄχλων ἦν, καὶ περίοπτοι πᾶσιν ἐγεγόνεισαν τῷ τε μεγέθει τῆς περὶ αὐτοὺς τύχης κοσμούμενοι καὶ βασιλικοῦ κατὰ τὰς μορφὰς ἀξιώματος οὐκ ἀποδέοντες. 16.8ἐπίφθονοί τε εὐθέως ἐδόκουν Σαλώμῃ τε τῇ τοῦ βασιλέως ἀδελφῇ καὶ τοῖς Μαριάμμην ταῖς διαβολαῖς κατηγωνισμένοις· οὗτοι γὰρ ᾤοντο δυναστευόντων αὐτῶν δίκην δώσειν τῶν εἰς τὴν μητέρα τὴν ἐκείνων παρανομηθέντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.1 Joseph. AJ 16.6 (English) >>Joseph. AJ 16.11

Powered by PhiloLogic